Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.229 Dem. 19.232 (English) >>Dem. 19.234

19.230καὶ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, μιαρὸς Φρύνων· δʼ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθʼ αὑτοῦ διεπράξατο. καὶ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτʼ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, λύεσθαι, μηδένʼ ἐν συμφορᾷ τῶν πολιτῶν διʼ ἔνδειαν περιορᾶν· δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τινʼ αἰχμάλωτον σῶσαι, ὥσθʼ ὅλον τόπον καὶ πλεῖν μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν. 19.231τί οὖν μετὰ ταῦτα; Ἀθηναῖοι λαβόντες, ᾔδεσαν μὲν γὰρ πάλαι· τί δέ; τοὺς μὲν χρήματʼ εἰληφότας καὶ δῶρα καὶ καταισχύναντας ἑαυτούς, τὴν πόλιν, τοὺς ἑαυτῶν παῖδας, ἀφεῖσαν καὶ νοῦν ἔχειν ἡγοῦντο καὶ τὴν πόλινεὐθενεῖσθαι†· τὸν δὲ κατηγοροῦντα τί; ἐμβεβροντῆσθαι, τὴν πόλιν ἀγνοεῖν, οὐκ ἔχειν ὅποι τὰ ἑαυτοῦ ῥίπτῃ. 19.232καὶ τίς, ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἰδὼν τὸ παράδειγμα, δίκαιον αὑτὸν παρασχεῖν ἐθελήσει; τίς προῖκα πρεσβεύειν, εἰ μήτε λαβεῖν μήτε τῶν εἰληφότων ἀξιοπιστότερον παρʼ ὑμῖν εἶναι δοκεῖν ὑπάρξει; οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ, ἀλλὰ καὶ νόμον τίθεσθʼ εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον, πότερον χρημάτων αἰσχρῶς ὑπὲρ τῶν ἐχθρῶν πρεσβεύειν ἅπαντας προσήκει προῖχʼ ὑπὲρ ὑμῶν τὰ βέλτιστʼ ἀδωροδοκήτως.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.229 Dem. 19.232 (English) >>Dem. 19.234

Powered by PhiloLogic